Χορός
895 καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
896 παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
896b τίνα λόγων ἐμμέλειαν
897 ἔπιτε δαΐαν ὁδόν .
898 γλῶσσα μὲν γὰρ ἠγρίωται ,
899 λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν ,
899b οὐδ’ ἀκίνητοι φρένες .
900 προσδοκᾶν οὖν εἰκός ἐστι
901 τὸν μὲν ἀστεῖόν τι λέξειν
902 καὶ κατερρινημένον ,
903 τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις
903b τοῖς λόγοισιν
904 ἐμπεσόντα συσκεδᾶν πολλὰς
904b ἀλινδήθρας ἐπῶν .
Διόνυσος
905 ἀλλ’ ὡς τάχιστα χρὴ λέγειν · οὕτω δ’ ὅπως ἐρεῖτον
906 ἀστεῖα καὶ μήτ’ εἰκόνας μήθ’ οἷ’ ἂν ἄλλος εἴποι .
Εὐριπίδης
907 καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι ,
908 ἐν τοῖσιν ὑστάτοις φράσω , τοῦτον δὲ πρῶτ’ ἐλέγξω ,
909 ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
910 ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας .
911 πρώτιστα μὲν γὰρ ἕνα τιν’ ἂν καθῖσεν ἐγκαλύψας ,
912 Ἀχιλλέα τιν’ Νιόβην , τὸ πρόσωπον οὐχὶ δεικνύς ,
913 πρόσχημα τῆς τραγῳδίας , γρύζοντας οὐδὲ τουτί .
Διόνυσος
914 μὰ τὸν Δί’ οὐ δῆθ’ .
Εὐριπίδης
δὲ χορός γ’ ἤρειδεν ὁρμαθοὺς ἂν
915 μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ’ ἐσίγων .
Διόνυσος
916 ἐγὼ δ’ ἔχαιρον τῇ σιωπῇ , καί με τοῦτ’ ἔτερπεν