Χορός
675 Μοῦσα χορῶν ἱερῶν · ἐπίβηθι καὶ ἔλθ’ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς ,
676 τὸν πολὺν ὀψομένη λαῶν · ὄχλον , οὗ σοφίαι
677 μυρίαι κάθηνται
678 φιλοτιμότεραι Κλεοφῶντος , ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
680 δεινὸν ἐπιβρέμεται
681 Θρῃκία χελιδὼν
682 ἐπὶ βάρβαρον ἑζομένη πέταλον ·
683 κελαδεῖ δ’ ἐπίκλαυτον ἀηδόνιον νόμον , ὡς ἀπολεῖται ,
685 κἂν ἴσαι γένωνται .
686 τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
687 ξυμπαραινεῖν καὶ διδάσκειν . πρῶτον οὖν ἡμῖν δοκεῖ
688 ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα ,
689 κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν ,
690 ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
691 αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας .
692 εἶτ’ ἄτιμόν φημι χρῆναι μηδέν’ εἶν’ ἐν τῇ πόλει ·
693 καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
694 καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας .
695 κοὐδὲ ταῦτ’ ἔγωγ’ ἔχοιμ’ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν ,
696 ἀλλ’ ἐπαινῶ · μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ’ ἐδράσατε .
697 πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς , οἳ μεθ’ ὑμῶν πολλὰ δὴ
698 χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει ,
699 τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις .
700 ἀλλὰ τῆς ὀργῆς ἀνέντες σοφώτατοι φύσει
701 πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
702 κἀπιτίμους καὶ πολίτας , ὅστις ἂν ξυνναυμαχῇ .
703 εἰ δὲ ταῦτ’ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα ,
704 τὴν πόλιν καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις ,
705 ὑστέρῳ χρόνῳ ποτ’ αὖθις εὖ φρονεῖν οὐ δόξομεν .
706 εἰ δ’ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος τρόπον ὅστις ἔτ’
707 οἰμώξεται ,
708 οὐ πολὺν οὐδ’ πίθηκος οὗτος νῦν ἐνοχλῶν ,
709 Κλειγένης μικρός ,
710 πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
711 ψευδολίτρου κονίας
712 καὶ Κιμωλίας γῆς ,
713 χρόνον ἐνδιατρίψει · ἰδὼν δὲ τάδ’ οὐκ
715 εἰρηνικὸς ἔσθ’ , ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
716 ξύλου βαδίζων .
718 πολλάκις γ’ ἡμῖν ἔδοξεν πόλις πεπονθέναι
719 ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
720 ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον .
721 οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις ,
722 ἀλλὰ καλλίστοις ἁπάντων , ὡς δοκεῖ , νομισμάτων
723 καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
724 ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
725 χρώμεθ’ οὐδέν , ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
726 χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι .
727 τῶν πολιτῶν θ’ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
728 ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
729 καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ ,
730 προυσελοῦμεν , τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
731 καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
732 ὑστάτοις ἀφιγμένοισιν , οἷσιν πόλις πρὸ τοῦ
733 οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ’ ἄν .
734 ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
735 χρῆσθε τοῖς χρηστοῖσιν αὖθις · καὶ κατορθώσασι γὰρ
736 εὔλογον , κἄν τι σφαλῆτ’ , ἐξ ἀξίου γοῦν τοῦ ξύλου ,
737 ἤν τι καὶ πάσχητε , πάσχειν τοῖς σοφοῖς δοκήσετε .