Στρεψιάδης
1437 ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια ·
1438 κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ .
1439 κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ’ , ἢν μὴ δίκαια δρῶμεν .
Φειδιππίδης
1440 σκέψαι δὲ χἀτέραν ἔτι γνώμην .
Στρεψιάδης
ἀπὸ γὰρ
Φειδιππίδης
1441 καὶ μὴν ἴσως γ’ οὐκ ἀχθέσει παθὼν νῦν πέπονθας .
Στρεψιάδης
1442 πῶς δή ; δίδαξον γὰρ τί μ’ ἐκ τούτων ἐπωφελήσεις .
Φειδιππίδης
1443 τὴν μητέρ’ ὥσπερ καὶ σὲ τυπτήσω .
Στρεψιάδης
τί φῄς , τί φῂς σύ ;
1444 τοῦθ’ ἕτερον αὖ μεῖζον κακόν .
Φειδιππίδης
τί δ’ ἢν ἔχων τὸν ἥττω
1445 λόγον σε νικήσω λέγων
1446 τὴν μητέρ’ ὡς τύπτειν χρεών ;
Στρεψιάδης
1447 τί δ’ ἄλλο γ’ ἢν ταυτὶ ποιῇς ,
1448 οὐδέν σε κωλύσει σεαυτὸν
1449 ἐμβαλεῖν ἐς τὸ βάραθρον
1450 μετὰ Σωκράτους
1451 καὶ τὸν λόγον τὸν ἥττω .
1452 ταυτὶ δι’ ὑμᾶς Νεθέλαι πέπονθ’ ἐγώ ,
1453 ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα .
Χορός
1454 αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος ,
1455 στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα .
Στρεψιάδης
1456 τί δῆτα ταῦτ’ οὔ μοι τότ’ ἠγορεύετε ,
1457 ἀλλ’ ἄνδρ’ ἄγροικον καὶ γέροντ’ ἐπῄρετε ;