Στρεψιάδης
1353 καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
1354 ἐγὼ φράσω · ’πειδὴ γὰρ εἱστιώμεθ’ , ὥσπερ ἴστε ,
1355 πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ’ ἐγὼ ’κέλευσα
1356 ᾆσαι Σιμωνίδου μέλος , τὸν Κριὸν ὡς ἐπέχθη .
1357 δ’ εὐθέως ἀρχαῖον εἶν’ ἔφασκε τὸ κιθαρίζειν
1358 ᾄδειν τε πίνονθ’ ὡσπερεὶ κάχρυς γυναῖκ’ ἀλοῦσαν .
Φειδιππίδης
1359 οὐ γὰρ τότ’ εὐθὺς χρῆν σ’ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι ,
1360 ᾄδειν κελεύονθ’ ὡσπερεὶ τέττιγας ἑστιῶντα ;