Στρεψιάδης
335 ταῦτ’ ἄρ’ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν ,
336 πλοκάμους θ’ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας ,
337 εἶτ’ ἀερίας διεράς , γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς ,
338 ὄμβρους θ’ ὑδάτων δροσερᾶν Νεφελᾶν · εἶτ’ ἀντ’ αὐτῶν κατέπινον
339 κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ’ ὀρνίθεια κιχηλᾶν .
Σωκράτης
340 διὰ μέντοι τάσδ’ οὐχὶ δικαίως ;
Στρεψιάδης
λέξον δή μοι , τί παθοῦσαι ,
341 εἴπερ νεφέλαι γ’ εἰσὶν ἀληθῶς , θνηταῖς εἴξασι γυναιξίν ;
342 οὐ γὰρ ἐκεῖναί γ’ εἰσὶ τοιαῦται .
Σωκράτης
φέρε ποῖαι γάρ τινές εἰσιν ;
Στρεψιάδης
343 οὐκ οἶδα σαφῶς · εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν ,
344 κοὐχὶ γυναιξὶν μὰ Δί’ οὐδ’ ὁτιοῦν · αὗται δὲ ῥῖνας ἔχουσιν .
Σωκράτης
345 ἀπόκριναί νυν ἅττ’ ἂν ἔρωμαι .
Στρεψιάδης
λέγε νυν ταχέως τι βούλει .
Σωκράτης
346 ἤδη ποτ’ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν ,
347 παρδάλει λύκῳ ταύρῳ ;
Στρεψιάδης
νὴ Δί’ ἔγωγ’ . εἶτα τί τοῦτο ;
Σωκράτης
348 γίγνονται πάνθ’ τι βούλονται · κᾆτ’ ἢν μὲν ἴδωσι κομήτην
349 ἄγριόν τινα τῶν λασίων τούτων , οἷόνπερ τὸν Ξενοφάντου ,
350 σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς .
Στρεψιάδης
351 τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα , τί δρῶσιν ;