Στρεψιάδης
267 μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι , μὴ καταβρεχθῶ .
268 τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον’ ἔχοντα .
Σωκράτης
269 ἔλθετε δῆτ’ πολυτίμητοι Νεφέλαι τῷδ’ εἰς ἐπίδειξιν ·
270 εἴτ’ ἐπ’ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε ,
271 εἴτ’ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις ,
272 εἴτ’ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν ,
273 Μαιῶτιν λίμνην ἔχετ’ σκόπελον νιφόεντα Μίμαντος ·
274 ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι .
Χορός
275 ἀέναοι Νεφέλαι
276 ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον ,
277 πατρὸς ἀπ’ Ὠκεανοῦ βαρυαχέος
278 ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ
280 δενδροκόμους , ἵνα
281 τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα ,
282 καρπούς τ’ ἀρδομέναν ἱερὰν χθόνα ,
283 καὶ ποταμῶν ζαθέων κελαδήματα ,
284 καὶ πόντον κελάδοντα βαρύβρομον ·
285 ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
286 μαρμαρέαις ἐν αὐγαῖς .
287 ἀλλ’ ἀποσεισάμεναι νέφος ὄμβριον
288 ἀθανάτας ἰδέας ἐπιδώμεθα
290 τηλεσκόπῳ ὄμματι γαῖαν .
Σωκράτης
291 μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος .
292 ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;