Δικαιόπολις
366 ἰδοὺ θεᾶσθε , τὸ μὲν ἐπίξηνον τοδί ,
367 δ’ ἀνὴρ λέξων οὑτοσὶ τυννουτοσί .
368 ἀμέλει μὰ τὸν Δί’ οὐκ ἐνασπιδώσομαι ,
369 λέξω δ’ ὑπὲρ Λακεδαιμονίων μοι δοκεῖ .
370 καίτοι δέδοικα πολλά · τούς τε γὰρ τρόπους
371 τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα ,
372 ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
373 ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα ·
374 κἀνταῦθα λανθάνουσ’ ἀπεμπολώμενοι ·
375 τῶν τ’ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
376 οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν .
377 αὐτός τ’ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
378 ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν .
379 εἰσελκύσας γάρ μ’ ἐς τὸ βουλευτήριον
380 διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
381 κἀκυκλοβόρει κἄπλυνεν , ὥστ’ ὀλίγου πάνυ
382 ἀπωλόμην μολυνοπραγμονούμενος .
383 νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
384 ἐνσκευάσασθαί μ’ οἷον ἀθλιώτατον .
Χορός
385 τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς ;
386 λαβὲ δ’ ἐμοῦ γ’ ἓνεκα παρ’ Ἱερωνύμου
390 σκοτοδασυπυκνότριχά τιν’ Ἄιδος κυνῆν ·
391 ἀλλ’ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου ,
392 ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται .