Δικαιόπολις
347 ἐμέλλετ’ ἄρα πάντως ἀνήσειν τῆς βοῆς ,
348 ὀλίγου τ’ ἀπέθανον ἄνθρακες Παρνήθιοι ,
349 καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν .
350 ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν
351 λάρκος ἐνετίλησεν ὥσπερ σηπία .
352 δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
353 τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
354 ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον ,
355 ἐμοῦ ’θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν
356 ὑπὲρ Λακεδαιμονίων ἅπανθ’ ὅσ’ ἂν λέγω ·
357 καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ .
Χορός
358 τί οὖν οὐ λέγεις , ἐπίξηνον ἐξενεγκὼν θύραζ’ ,
360 τι ποτ’ σχέτλιε τὸ μέγα τοῦτ’ ἔχεις ;
363 πάνυ γὰρ ἔμεγε πόθος τι φρονεῖς ἔχει .
364 ἀλλ’ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω ,
365 θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν .