Βασιλεύς
468 καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα ,
469 κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται ·
470 ἄτης δ’ ἄβυσσον πέλαγος οὐ μάλ’ εὔπορον
471 τόδ’ ἐσβέβηκα , κοὐδαμοῦ λιμὴν κακῶν .
472 εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ’ ἐκπράξω χρέος ,
473 μίασμ’ ἔλεξας οὐχ ὑπερτοξεύσιμον .
474 εἰ δ’ αὖθ’ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
475 σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους ,
476 πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν ,
477 ἄνδρας γυναικῶν οὕνεχ’ αἱμάξαι πέδον ;
478 ὅμως δ’ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
479 ἱκτῆρος · ὕψιστος γὰρ ἐν βροτοῖς φόβος .
480 σὺ μέν , πάτερ γεραιὲ τῶνδε παρθένων ,
481 κλάδους τε τούτους αἶψ’ ἐν ἀγκάλαις λαβὼν
482 βωμοὺς ἐπ’ ἄλλους δαιμόνων ἐγχωρίων
483 θές , ὡς ἴδωσι τῆσδ’ ἀφίξεως τέκμαρ
484 πάντες πολῖται , μηδ’ ἀπορριφθῇ ψόγος
485 ἐμοῦ · κατ’ ἀρχῆς γὰρ φιλαίτιος λεώς .
486 καὶ γὰρ τάχ’ ἄν τις οἰκτίσας ἰδὼν τάδε
487 ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου ,
488 ὑμῖν δ’ ἂν εἴη δῆμος εὐμενέστερος ·
489 τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει .