Ἥφαιστος
12 Κράτος Βία τε , σφῷν μὲν ἐντολὴ Διὸς
13 ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι ·
14 ἐγὼ δ’ ἄτολμός εἰμι συγγενῆ θεὸν
15 δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ .
16 πάντως δ’ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν ·
17 ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ .
18 τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ ,
19 ἄκοντά σ’ ἄκων δυσλύτοις χαλκεύμασι
20 προσπασσαλεύσω τῷδ’ ἀπανθρώπῳ πάγῳ
21 ἵν’ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
22 ὄψει , σταθευτὸς δ’ ἡλίου φοίβῃ φλογὶ
23 χροιᾶς ἀμείψεις ἄνθος . ἀσμένῳ δέ σοι
24 ποικιλείμων νὺξ ἀποκρύψει φάος ,
25 πάχνην θ’ ἑῴαν ἥλιος σκεδᾷ πάλιν ·
26 ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
27 τρύσει σ’ · λωφήσων γὰρ οὐ πέφυκέ πω .
28 τοιαῦτ’ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου .
29 θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30 βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης .
31 ἀνθ’ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
32 ὀρθοστάδην , ἄυπνος , οὐ κάμπτων γόνυ ·
33 πολλοὺς δ’ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
34 φθέγξῃ · Διὸς γὰρ δυσπαραίτητοι φρένες .
35 ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ .