Κράτος
1 Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον ,
2 Σκύθην ἐς οἷμον , ἄβατον εἰς ἐρημίαν .
3 Ἥφαιστε , σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
4 ἅς σοι πατὴρ ἐφεῖτο , τόνδε πρὸς πέτραις
5 ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
6 ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις .
7 τὸ σὸν γὰρ ἄνθος , παντέχνου πυρὸς σέλας ,
8 θνητοῖσι κλέψας ὤπασεν . τοιᾶσδέ τοι
9 ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην ,
10 ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
11 στέργειν , φιλανθρώπου δὲ παύεσθαι τρόπου .