Χορός
215 οὔ σε βουλόμεσθα , μῆτερ , οὔτ’ ἄγαν φοβεῖν λόγοις
216 οὔτε θαρσύνειν . θεοὺς δὲ προστροπαῖς ἱκνουμένη ,
217 εἴ τι φλαῦρον εἶδες , αἰτοῦ τῶνδ’ ἀποτροπὴν τελεῖν ,
218 τὰ δ’ ἀγάθ’ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
219 καὶ πόλει φίλοις τε πᾶσι . δεύτερον δὲ χρὴ χοὰς
220 Γῇ τε καὶ φθιτοῖς χέασθαι · πρευμενῶς δ’ αἰτοῦ τάδε ,
221 σὸν πόσιν Δαρεῖον , ὅνπερ φὴς ἰδεῖν κατ’ εὐφρόνην ,
222 ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος ,
223 τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ .
224 ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα .
225 εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι .