Ἄτοσσα
159 ταῦτα δὴ λιποῦσ’ ἱκάνω χρυσεοστόλμους δόμους
160 καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον .
161 κἀμὲ καρδίαν ἀμύσσει φροντίς · ἐς δ’ ὑμᾶς ἐρῶ
162 μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ’ ἀδείμαντος , φίλοι ,
163 μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
164 ὄλβον , ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος .
165 ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν ,
166 μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
167 μήτ’ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα .
168 ἔστι γὰρ πλοῦτός γ’ ἀμεμφής , ἀμφὶ δ’ ὀφθαλμῷ φόβος ·
169 ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν .
170 πρὸς τάδ’ ὡς οὕτως ἐχόντων τῶνδε , σύμβουλοι λόγου
171 τοῦδέ μοι γένεσθε , Πέρσαι , γηραλέα πιστώματα ·
172 πάντα γὰρ τὰ κέδν’ ἐν ὑμῖν ἐστί μοι βουλεύματα .