Ἀθηνᾶ
848 ὀργὰς ξυνοίσω σοι · γεραιτέρα γὰρ εἶ .
849 καὶ τῷ μὲν { εἶ } σὺ κάρτ’ ἐμοῦ σοφωτέρα ·
850 φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς .
851 ὑμεῖς δ’ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
852 γῆς τῆσδ’ ἐρασθήσεσθε · προυννέπω τάδε .
853 οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
854 ἔσται πολίταις τοῖσδε . καὶ σὺ τιμίαν
855 ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
856 τεύξῃ παρ’ ἀνδρῶν καὶ γυναικείων στόλων ,
857 ὅσων παρ’ ἄλλων οὔποτ’ ἂν σχέθοις βροτῶν .
858 σὺ δ’ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
859 μήθ’ αἱματηρὰς θηγάνας , σπλάγχνων βλάβας
860 νέων , ἀοίνοις ἐμμανεῖς θυμώμασιν ,
861 μήτ’ , ἐξελοῦσ’ ὡς καρδίαν ἀλεκτόρων ,
862 ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
863 ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν .
864 θυραῖος ἔστω πόλεμος , οὐ μόλις παρών ,
865 ἐν τις ἔσται δεινὸς εὐκλείας ἔρως ·
866 ἐνοικίου δ’ ὄρνιθος οὐ λέγω μάχην
867 τοιαῦθ’ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ ,
868 εὖ δρῶσαν , εὖ πάσχουσαν , εὖ τιμωμένην
869 χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης .