Ἀθηνᾶ
823 οὐκ ἔστ’ ἄτιμοι , μηδ’ ὑπερθύμως ἄγαν
825 θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα .
826 κἀγὼ πέποιθα Ζηνί , καὶ τί δεῖ λέγειν ;
827 καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν ,
828 ἐν κεραυνός ἐστιν ἐσφραγισμένος ·
829 ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ · σὺ δ’ εὐπιθὴς ἐμοὶ
830 γλώσσης ματαίας μὴ ’κβάλῃς ἔπη χθονί ,
831 καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς
832 κοίμα κελαινοῦ κύματος πικρὸν μένος
833 ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί ·
834 πολλῆς δὲ χώρας τῆσδ’ ἔτ’ ἀκροθίνια
835 θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
836 ἔχουσ’ ἐς αἰεὶ τόνδ’ ἐπαινέσεις λόγον .