Ἀθηνᾶ
470 τὸ πρᾶγμα μεῖζον , εἴ τις οἴεται τόδε
471 βροτὸς δικάζειν · οὐδὲ μὴν ἐμοὶ θέμις
472 φόνου διαιρεῖν ὀξυμηνίτου δίκας ·
473 ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
474 ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις ·
475 οὕτως δ’ ἄμομφον ὄντα σ’ αἰδοῦμαι πόλει .
476 αὗται δ’ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον ,
477 καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου ,
478 χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
479 πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος .
480 τοιαῦτα μὲν τάδ’ ἐστίν · ἀμφότερα , μένειν
481 πέμπειν τε δυσπήμαντ’ ἀμηχάνως ἐμοί .
482 ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ ἐπέσκηψεν τόδε ,
483 φόνων δικαστὰς ὁρκίους αἱρουμένη
484 θεσμὸν τὸν εἰς ἅπαντ’ ἐγὼ θήσω χρόνον .
485 ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
486 καλεῖσθ’ , ἀρωγὰ τῆς δίκης ὁρκώματα ·
487 κρίνασα δ’ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
488 ἥξω , διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως ,
489 ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν .