Ὀρέστης
276 ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
277 πολλοὺς καθαρμούς , καὶ λέγειν ὅπου δίκη
278 σιγᾶν θ’ ὁμοίως · ἐν δὲ τῷδε πράγματι
279 φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου .
280 βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός ,
281 μητροκτόνον μίασμα δ’ ἔκπλυτον πέλει ·
282 ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
283 Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις .
284 πολὺς δέ μοι γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος ,
285 ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ .
286 [ χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ . ]
287 καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ
288 χώρας ἄνασσαν τῆσδ’ Ἀθηναίαν ἐμοὶ
289 μολεῖν ἀρωγόν · κτήσεται δ’ ἄνευ δορὸς
290 αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
291 πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον .
292 ἀλλ’ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς ,
293 Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου ,
294 τίθησιν ὀρθὸν κατηρεφῆ πόδα ,
295 φίλοις ἀρήγουσ’ , εἴτε Φλεγραίαν πλάκα
296 θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ ,
297 ἔλθοι κλύει δὲ καὶ πρόσωθεν ὢν θεός
298 ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος .