Ἀπόλλων
64 οὔτοι προδώσω · διὰ τέλους δέ σοι φύλαξ
65 ἐγγὺς παρεστὼς καὶ πρόσω δ’ ἀποστατῶν
66 ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων .
67 καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς ·
68 ὕπνῳ πεσοῦσαι δ’ αἱ κατάπτυστοι κόραι ,
69 γραῖαι παλαιαὶ παῖδες , αἷς οὐ μείγνυται
70 θεῶν τις οὐδ’ ἄνθρωπος οὐδὲ θήρ ποτε .
71 κακῶν δ’ ἕκατι κἀγένοντ’ , ἐπεὶ κακὸν
72 σκότον νέμονται Τάρταρόν θ’ ὑπὸ χθονός ,
73 μισήματ’ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων .
74 ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ .
75 ἐλῶσι γάρ σε καὶ δι’ ἠπείρου μακρᾶς
76 βιβῶντ’ ἀν’ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
77 ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις .
78 καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
79 πόνον · μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80 ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας .
81 κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
82 μύθους ἔχοντες μηχανὰς εὑρήσομεν ,
83 ὥστ’ ἐς τὸ πᾶν σε τῶνδ’ ἀπαλλάξαι πόνων ·
84 καὶ γὰρ κτανεῖν σ’ ἔπεισα μητρῷον δέμας .