Χορός
1481 μέγαν οἰκονόμον
1482 δαίμονα καὶ βαρύμηνιν αἰνεῖς ,
1483 φεῦ φεῦ , κακὸν αἶνον ἀτη -
1484 ρᾶς τύχας ἀκορέστου ·
1485 ἰὴ ἰή , διαὶ Διὸς
1486 παναιτίου πανεργέτα ·
1487 τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται ;
1488 τί τῶνδ’ οὐ θεόκραντόν ἐστιν ;
1489 ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ ,
1490 πῶς σε δακρύσω ;
1491 φρενὸς ἐκ φιλίας τί ποτ’ εἴπω ;
1492 κεῖσαι δ’ ἀράχνης ἐν ὑφάσματι τῷδ’
1493 ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων .
1494 ὤμοι μοι κοίταν τάνδ’ ἀνελεύθερον
1495 δολίῳ μόρῳ δαμεὶς { δάμαρτος }
1496 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ .
Κλυταιμήστρα
1497 αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν ;
1498 μηδ’ ἐπιλεχθῇς
1499 Ἀγαμεμνονίαν εἶναί μ’ ἄλοχον .
1500 φανταζόμενος δὲ γυναικὶ νεκροῦ
1501 τοῦδ’ παλαιὸς δριμὺς ἀλάστωρ
1502 Ἀτρέως χαλεποῦ θοινατῆρος
1503 τόνδ’ ἀπέτεισεν ,
1504 τέλεον νεαροῖς ἐπιθύσας .