Χορός
1468 δαῖμον , ὃς ἐμπίτνεις δώμασι καὶ διφυί -
1469 οισι Τανταλίδαισιν ,
1470 κράτος { τ’ } ἰσόψυχον ἐκ γυναικῶν
1471 καρδιόδηκτον ἐμοὶ κρατύνεις .
1472 ἐπὶ δὲ σώματος δίκαν [ μοι ]
1473 κόρακος ἐχθροῦ σταθεῖσ’ ἐκνόμως
1474 ὕμνον ὑμνεῖν ἐπεύχεται { ʹ ʹ }
Κλυταιμήστρα
1475 νῦν δ’ ὤρθωσας στόματος γνώμην ,
1476 τὸν τριπάχυντον
1477 δαίμονα γέννης τῆσδε κικλήσκων .
1478 ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
1479 νείρᾳ τρέφεται , πρὶν καταλῆξαι
1480 τὸ παλαιὸν ἄχος , νέος ἰχώρ .