Χορός
630 πότερα γὰρ αὐτοῦ ζῶντος τεθνηκότος
631 φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο ;
Κῆρυξ
632 οὐκ οἶδεν οὐδεὶς ὥστ’ ἀπαγγεῖλαι τορῶς ,
633 πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν .
Χορός
634 πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
635 ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ ;