Δηιάνειρα
600 ἀλλ’ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω , Λίχα ,
601 ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις ,
602 ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον ,
603 δώρημ’ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός .
604 διδοὺς δὲ τόνδε φράζ’ ὅπως μηδεὶς βροτῶν
605 κείνου πάροιθεν ἀμφιδύσεται χροΐ ,
606 μηδ’ ὄψεταί νιν μήτε φέγγος ἡλίου
607 μήθ’ ἕρκος ἱερὸν μήτ’ ἐφέστιον σέλας ,
608 πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
609 δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ .
610 οὕτω γὰρ ηὔγμην , εἴ ποτ’ αὐτὸν ἐς δόμους
611 ἴδοιμι σωθέντ’ κλύοιμι πανδίκως ,
612 στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
613 θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι .
614 καὶ τῶνδ’ ἀποίσεις σῆμ’ , κεῖνος εὐμαθὲς
615 σφραγῖδος ἕρκει τῷδ’ ἐπὸν μαθήσεται .
616 ἀλλ’ ἕρπε , καὶ φύλασσε πρῶτα μὲν νόμον ,
617 τὸ μὴ ’πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν ·
618 ἔπειθ’ ὅπως ἂν χάρις κείνου τέ σοι
619 κἀμοῦ ξυνελθοῦσ’ ἐξ ἁπλῆς διπλῆ φανῇ .
Λίχας
620 ἀλλ’ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
621 βέβαιον , οὔ τι μὴ σφαλῶ γ’ ἐν σοί ποτε ,
622 τὸ μὴ οὐ τόδ’ ἄγγος ὡς ἔχει δεῖξαι φέρων ,
623 λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι .