Δηιάνειρα
1 λόγος μέν ἐστ’ ἀρχαῖος ἀνθρώπων φανείς ,
2 ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθοις βροτῶν , πρὶν ἂν
3 θάνῃ τις , οὔτ’ εἰ χρηστὸς οὔτ’ εἴ τῳ κακός ·
4 ἐγὼ δὲ τὸν ἐμόν , καὶ πρὶν εἰς Ἅιδου μολεῖν ,
5 ἔξοιδ’ ἔχουσα δυστυχῆ τε καὶ βαρύν ,
6 ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
7 ναίουσ’ ἔτ’ ἐν Πλευρῶνι νυμφείων ὄκνον
8 ἄλγιστον ἔσχον , εἴ τις Αἰτωλὶς γυνή .
9 μνηστὴρ γὰρ ἦν μοι ποταμός , Ἀχελῷον λέγω ,
10 ὅς μ’ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός ,
11 φοιτῶν ἐναργὴς ταῦρος , ἄλλοτ’ αἰόλος
12 δράκων ἑλικτός , ἄλλοτ’ ἀνδρείῳ κύτει
13 βούπρῳρος · ἐκ δὲ δασκίου γενειάδος
14 κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ .
15 τοιόνδ’ ἐγὼ μνηστῆρα προσδεδεγμένη
16 δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην ,
17 πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε .
18 χρόνῳ δ’ ἐν ὑστέρῳ μέν , ἀσμένῃ δέ μοι ,
19 κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς ·
20 ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
21 ἐκλύεταί με · καὶ τρόπον μὲν ἂν πόνων
22 οὐκ ἂν διείποιμ’ · οὐ γὰρ οἶδ’ · ἀλλ’ ὅστις ἦν
23 θακῶν ἀταρβὴς τῆς θέας , ὅδ’ ἂν λέγοι ·
24 ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
25 μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ .
26 τέλος δ’ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς ,
27 εἰ δὴ καλῶς . λέχος γὰρ Ἡρακλεῖ κριτὸν
28 ξυστᾶσ’ ἀεί τιν’ ἐκ φόβου φόβον τρέφω ,
29 κείνου προκηραίνουσα · νὺξ γὰρ εἰσάγει
30 καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον .
31 κἀφύσαμεν δὴ παῖδας , οὓς κεῖνός ποτε ,
32 γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών ,
33 σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ .
34 τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
35 αἰεὶ τὸν ἄνδρ’ ἔπεμπε λατρεύοντά τῳ .
36 νῦν δ’ ἡνίκ’ ἄθλων τῶνδ’ ὑπερτελὴς ἔφυ ,
37 ἐνταῦθα δὴ μάλιστα ταρβήσασ’ ἔχω .
38 ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν ,
39 ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ’ ἀνάστατοι
40 ξένῳ παρ’ ἀνδρὶ ναίομεν , κεῖνος δ’ ὅπου
41 βέβηκεν οὐδεὶς οἶδε · πλὴν ἐμοὶ πικρὰς
42 ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται .
43 σχεδὸν δ’ ἐπίσταμαί τι πῆμ’ ἔχοντά νιν ·
44 χρόνον γὰρ οὐχὶ βαιόν , ἀλλ’ ἤδη δέκα
45 μῆνας πρὸς ἄλλοις πέντ’ ἀκήρυκτος μένει .
46 κἀστίν τι δεινὸν πῆμα · τοιαύτην ἐμοὶ
47 δέλτον λιπὼν ἔστειχε , τὴν ἐγὼ θαμὰ
48 θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν .