217 κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν ,
218 ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν ʹ
219 ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ ,
220 ξένος δὲ τοῦ πραχθέντος ʹ οὐ γὰρ ἂν μακρὰν
221 ἴχνευον αὐτός , μὴ οὐκ ἔχων τι σύμβολον ,
222 νῦν δ’ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ ,
223 ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε ʹ
224 ὅστις ποθ’ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225 κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο ,
226 τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί ʹ
227 κεἰ μὲν φοβεῖται , τοὐπίκλημ’ ὑπεξελεῖν
228 αὐτὸν καθ’ αὑτοῦ ʹ πείσεται γὰρ ἄλλο μὲν
229 ἀστεργὲς οὐδέν . γῆς δ’ ἄπεισιν ἀσφαλής .
230 εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
231 τὸν αὐτόχειρα , μὴ σιωπάτω ʹ τὸ γὰρ
232 κέρδος τελῶ γὼ χἠ χάρις προσκείσεται .
233 εἰ δ’ αὖ σιωπήσεσθε , καί τις φίλου
234 δείσας ἀπώσει τοὔπος χαὐτοῦ τόδε ,
235 ἃκ τῶνδε δράσω , ταῦτα χρὴ κλύειν ἐμοῦ .
236 τὸν ἄνδρ’ ἀπαυδῶ τοῦτον , ὅστις ἐστί , γῆς
237 τῆσδ’ , ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω ,
238 μήτ’ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα ,
239 μήτ’ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240 κοινὸν ποεῖσθαι , μήτε χέρνιβας νέμειν ʹ
241 ὠθεῖν δ’ ἀπ’ οἴκων πάντας , ὡς μιάσματος
242 τοῦδ’ ἡμὶν ὄντος , ὡς τὸ Πυθικὸν θεοῦ
243 μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί .
244 ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245 τῷ τ’ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω ʹ
246 κατεύχομαι δὲ τὸν δεδρακότ’ , εἴτε τις
247 εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα ,
248 κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον ʹ
249 ἐπεύχομαι δ’ , οἴκοισιν εἰ ξυνέστιος
250 ἐν τοῖς ἐμοῖς γένοιτ’ ἐμοῦ συνειδότος ,
251 παθεῖν ἅπερ τοῖσδ’ ἀρτίως ἠρασάμην .
252 ὑμῖν δὲ ταῦτα πάντ’ ἐπισκήπτω τελεῖν ,
253 ὑπέρ τ’ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
254 γῆς ὧδ’ ἀκάρπως κἀθέως ἐφθαρμένης .
255 οὐ δ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον ,
256 ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν ,
257 ἀνδρός γ’ ἀρίστου βασιλέως τ’ ὀλωλότος ,
258 ἀλλ’ ἐξερευνᾶν ʹ νῦν δ’ ἐπεὶ κυρῶ γ’ ἐγὼ
259 ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν ,
260 ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ ὁμόσπορον ,
261 κοινῶν τε παίδων κοίν’ ἄν , εἰ κείνῳ γένος
262 μὴ δυστύχησεν , ἦν ἂν ἐκπεφυκότα ʹ
263 νῦν δ’ ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ τύχη ʹ
264 ἀνθ’ ὧν ἐγὼ τάδ’ , ὡσπερεὶ τοὐμοῦ πατρός ,
265 ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι ,
266 ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν ,
267 τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
268 τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ’ Ἀγήνορος .
269 καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270 μήτ’ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ
271 μήτ’ οὖν γυναικῶν παῖδας , ἀλλὰ τῷ πότμῳ
272 τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ ἐχθίονι ʹ
273 ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις , ὅσοις
274 τάδ’ ἔστ’ ἀρέσκονθ’ , τε σύμμαχος Δίκη
275 χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί .