Οἰδίπους
421 ἀλλ’ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
422 ἔριν κατασβέσειαν , ἔν τ’ ἐμοὶ τέλος
423 αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι ,
424 ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ ·
425 ὡς οὔτ’ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει
426 μείνειεν οὔτ’ ἂν οὑξεληλυθὼς πάλιν
427 ἔλθοι ποτ’ αὖθις · οἵ γε τὸν φύσαντ’ ἐμὲ
428 οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
429 οὐκ ἔσχον οὐδ’ ἤμυναν , ἀλλ’ ἀνάστατος
430 αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς .
431 εἴποις ἂν ὡς θέλοντι τοῦτ’ ἐμοὶ τότε
432 πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν .
433 οὐ δῆτ’ , ἐπεί τοι τὴν μὲν αὐτίχ’ ἡμέραν ,
434 ὁπηνίκ’ ἔζει θυμός , ἥδιστον δέ μοι
435 τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις ,
436 οὐδεὶς ἔρωτ’ ἐς τόνδ’ ἐφαίνετ’ ὠφελῶν ·
437 χρόνῳ δ’ , ὅτ’ ἤδη πᾶς μόχθος ἦν πέπων ,
438 κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
439 μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων ,
440 τὸ τηνίκ’ ἤδη τοῦτο μὲν πόλις βίᾳ
441 ἤλαυνέ μ’ ἐκ γῆς χρόνιον , οἱ δ’ ἐπωφελεῖν ,
442 οἱ τοῦ πατρός , τῷ πατρὶ δυνάμενοι , τὸ δρᾶν
443 οὐκ ἠθέλησαν , ἀλλ’ ἔπους σμικροῦ χάριν
444 φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί .
445 ἐκ ταῖνδε δ’ , οὔσαιν παρθένοιν , ὅσον φύσις
446 δίδωσιν αὐταῖν , καὶ τροφὰς ἔχω βίου
447 καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν ·
448 τὼ δ’ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
449 καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός .
450 ἀλλ’ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου ,
451 οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
452 ὄνησις ἥξει · τοῦτ’ ἐγῷδα , τῆσδέ τε
453 μαντεῖ’ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ
454 παλαίφαθ’ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε .
455 πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ
456 μαστῆρα , κεἴ τις ἄλλος ἐν πόλει σθένει .
457 ἐὰν γὰρ ὑμεῖς , ξένοι , θέληθ’ ὁμοῦ
458 προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς
459 ἀλκὴν ποεῖσθαι , τῇδε τῇ πόλει μέγαν
460 σωτῆρ’ ἀρεῖσθε , τοῖς δ’ ἐμοῖς ἐχθροῖς πόνους .