Φύλαξ
407 τοιοῦτον ἦν τὸ πρᾶγμ’ . ὅπως γὰρ ἥκομεν ,
408 πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι ,
409 πᾶσαν κόνιν σήραντες , κατεῖχε τὸν
410 νέκυν , μυδῶν τε σῶμα γυμνώσαντες εὖ ,
411 καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι ,
412 ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλοι πεφευγότες ,
413 ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις
414 κακοῖσιν , εἴ τις τοῦδ’ ἀκηδήσοι πόνου .
415 χρόνον τάδ’ ἦν τοσοῦτον , ἔστ’ ἐν αἰθέρι
416 μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
417 καὶ καῦμ’ ἔθαλπε · καὶ τότ’ ἐξαίφνης χθονὸς
418 τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος ,
419 πίμπλησι πεδίον , πᾶσαν αἰκίζων φόβην
420 ὕλης πεδιάδος , ἐν δ’ ἐμεστώθη μέγας
421 αἰθήρ · μύσαντες δ’ εἴχομεν θείαν νόσον .
422 καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ ,
423 παῖς ὁρᾶται , κἀνακωκύει πικρᾶς
424 ὄρνιθος ὀξὺν φθόγγον , ὡς ὅταν κενῆς
425 εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος .
426 οὕτω δὲ χαὔτη , ψιλὸν ὡς ὁρᾷ νέκυν ,
427 γόοισιν ἐξῴμωξεν , ἐκ δ’ ἀρὰς κακὰς
428 ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις .
429 καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν ,
430 ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
431 χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει .
432 χἠμεῖς ἰδόντες ἱέμεσθα , σὺν δέ νιν
433 θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην ,
434 καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
435 πράξεις · ἄπαρνος δ’ οὐδενὸς καθίστατο ,
436 ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα .
437 τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
438 ἥδιστον , ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
439 ἀλγεινόν · ἀλλὰ πάντα ταῦθ’ ἥσσω λαβεῖν
440 ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας .