Φύλαξ
315 εἰπεῖν τι δώσεις στραφεὶς οὕτως ἴω ;
Κρέων
316 οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις ;
Φύλαξ
317 ἐν τοῖσιν ὠσὶν ’πὶ τῇ ψυχῇ δάκνει ;
Κρέων
318 τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου ;
Φύλαξ
319 δρῶν σ’ ἀνιᾷ τὰς φρένας , τὰ δ’ ὦτ’ ἐγώ .
Κρέων
320 οἴμ’ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ .
Φύλαξ
321 οὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ .
Κρέων
322 καὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς .
Φύλαξ
323 φεῦ ·
323a δεινὸν δοκῇ γε καὶ ψευδῆ δοκεῖν .
Κρέων
324 κόμψευέ νυν τὴν δόξαν · εἰ δὲ ταῦτα μὴ
325 φανεῖτέ μοι τοὺς δρῶντας , ἐξερεῖθ’ ὅτι
326 τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται .
Φύλαξ
327 ἀλλ’ εὑρεθείη μὲν μάλιστ’ · ἐὰν δέ τοι
328 ληφθῇ τε καὶ μή , τοῦτο γὰρ τύχη κρινεῖ ,
329 οὐκ ἔσθ’ ὅπως ὄψει σὺ δεῦρ’ ἐλθόντα με ·
330 καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς
331 σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν .