24.246 οὐ φυτόν , οὐ συκέη , οὐκ ἄμπελος , οὐ μὲν ἐλαίη ,
24.247 οὐκ ὄγχνη , οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον .
24.248 ἄλλο δέ τοι ἐρέω , σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
24.249 αὐτόν σʹ οὐκ ἀγαθὴ κομιδὴ ἔχει , ἀλλʹ ἅμα γῆρας
24.250 λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι .
24.251 οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʹ οὔ σε κομίζει ,
24.252 οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
24.253 εἶδος καὶ μέγεθος · βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας .
24.254 τοιούτῳ δὲ ἔοικας , ἐπεὶ λούσαιτο φάγοι τε ,
24.255 εὑδέμεναι μαλακῶς · γὰρ δίκη ἐστὶ γερόντων .
24.256 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
24.257 τεῦ δμὼς εἶς ἀνδρῶν ; τεῦ δʹ ὄρχατον ἀμφιπολεύεις ;
24.258 καὶ μοι τοῦτʹ ἀγόρευσον ἐτήτυμον , ὄφρʹ ἐῢ εἰδῶ ,
24.259 εἰ ἐτεόν γʹ Ἰθάκην τήνδʹ ἱκόμεθʹ , ὥς μοι ἔειπεν
24.260 οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʹ ἰόντι ,
24.261 οὔ τι μάλʹ ἀρτίφρων , ἐπεὶ οὐ τόλμησεν ἕκαστα
24.262 εἰπεῖν ἠδʹ ἐπακοῦσαι ἐμὸν ἔπος , ὡς ἐρέεινον
24.263 ἀμφὶ ξείνῳ ἐμῷ , που ζώει τε καὶ ἔστιν
24.264 ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν .
24.265 ἐκ γάρ τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·
24.266 ἄνδρα ποτʹ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
24.267 ἡμέτερόνδʹ ἐλθόντα , καὶ οὔ πω τις βροτὸς ἄλλος
24.268 ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα ·
24.269 εὔχετο δʹ ἐξ Ἰθάκης γένος ἔμμεναι , αὐτὰρ ἔφασκε
24.270 Λαέρτην Ἀρκεισιάδην πατέρʹ ἔμμεναι αὐτῷ .
24.271 τὸν μὲν ἐγὼ πρὸς δώματʹ ἄγων ἐῢ ἐξείνισσα ,
24.272 ἐνδυκέως φιλέων , πολλῶν κατὰ οἶκον ἐόντων ,