23.322 ἠδʹ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα ,
23.323 ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο ,
23.324 νηῒ πολυκλήϊδι , καὶ εἴσιδε πάντας ἑταίρους
23.325 μητέρα θʹ , μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα ·
23.326 ἠδʹ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν ,
23.327 ὥς θʹ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
23.328 Σκύλλην θʹ , ἣν οὔ πώ ποτʹ ἀκήριοι ἄνδρες ἄλυξαν ·
23.329 ἠδʹ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι ·
23.330 ἠδʹ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
23.331 Ζεὺς ὑψιβρεμέτης , ἀπὸ δʹ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
23.332 πάντες ὁμῶς , αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν ·
23.333 ὥς θʹ ἵκετʹ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ ,
23.334 δή μιν κατέρυκε , λιλαιομένη πόσιν εἶναι ,
23.335 ἐν σπέσσι γλαφυροῖσι , καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
23.336 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ·
23.337 ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν ·
23.338 ἠδʹ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας ,
23.339 οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
23.340 καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν ,
23.341 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες .
23.342 τοῦτʹ ἄρα δεύτατον εἶπεν ἔπος , ὅτε οἱ γλυκὺς ὕπνος
23.343 λυσιμελὴς ἐπόρουσε , λύων μελεδήματα θυμοῦ .
23.344 δʹ αὖτʹ ἄλλʹ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη ·
23.345 ὁππότε δή ῥʹ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
23.346 εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου ,
23.347 αὐτίκʹ ἀπʹ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
23.348 ὦρσεν , ἵνʹ ἀνθρώποισι φόως φέροι · ὦρτο δʹ Ὀδυσσεὺς
23.349 εὐνῆς ἐκ μαλακῆς , ἀλόχῳ δʹ ἐπὶ μῦθον ἔτελλεν ·
23.350 γύναι , ἤδη μὲν πολέων κεκορήμεθʹ ἀέθλων
23.351 ἀμφοτέρω , σὺ μὲν ἐνθάδʹ ἐμὸν πολυκηδέα νόστον