23.116 τοὔνεκʹ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι .
23.117 ἡμεῖς δὲ φραζώμεθʹ ὅπως ὄχʹ ἄριστα γένηται .
23.118 καὶ γάρ τίς θʹ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ ,
23.119 μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω ,
23.120 φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν ·
23.121 ἡμεῖς δʹ ἕρμα πόληος ἀπέκταμεν , οἳ μέγʹ ἄριστοι
23.122 κούρων εἰν Ἰθάκῃ · τὰ δέ σε φράζεσθαι ἄνωγα .
23.123 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
23.124 αὐτὸς ταῦτά γε λεῦσσε , πάτερ φίλε · σὴν γὰρ ἀρίστην
23.125 μῆτιν ἐπʹ ἀνθρώπους φάσʹ ἔμμεναι , οὐδέ κέ τίς τοι
23.126 ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων .
23.127 ἡμεῖς δʹ ἐμμεμαῶτες ἅμʹ ἑψόμεθʹ , οὐδέ τί φημι
23.128 ἀλκῆς δευήσεσθαι , ὅση δύναμίς γε πάρεστιν .
23.129 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
23.130 τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα .
23.131 πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας ,
23.132 δμῳὰς δʹ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʹ ἑλέσθαι ·
23.133 αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
23.134 ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο ,
23.135 ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων ,
23.136 ἀνʹ ὁδὸν στείχων , οἳ περιναιετάουσι ·
23.137 μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
23.138 ἀνδρῶν μνηστήρων , πρίν γʹ ἡμέας ἐλθέμεν ἔξω
23.139 ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον · ἔνθα δʹ ἔπειτα
23.140 φρασσόμεθʹ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ .
23.141 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʹ ἐπίθοντο
23.142 πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας ,
23.143 ὅπλισθεν δὲ γυναῖκες · δʹ εἵλετο θεῖος ἀοιδὸς
23.144 φόρμιγγα γλαφυρήν , ἐν δέ σφισιν ἵμερον ὦρσε
23.145 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο .