22.442 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς ,
22.443 θεινέμεναι ξίφεσιν τανυήκεσιν , εἰς κε πασέων
22.444 ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʹ Ἀφροδίτης ,
22.445 τὴν ἄρʹ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη .
22.446 ὣς ἔφαθʹ , αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι ,
22.447 αἴνʹ ὀλοφυρόμεναι , θαλερὸν κατὰ δάκρυ χέουσαι .
22.448 πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας ,
22.449 κὰδ δʹ ἄρʹ ὑπʹ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς ,
22.450 ἀλλήλοισιν ἐρείδουσαι · σήμαινε δʹ Ὀδυσσεὺς
22.451 αὐτὸς ἐπισπέρχων · ταὶ δʹ ἐκφόρεον καὶ ἀνάγκῃ .
22.452 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
22.453 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον .
22.454 αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
22.455 λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
22.456 ξῦον · ταὶ δʹ ἐφόρεον δμῳαί , τίθεσαν δὲ θύραζε .
22.457 αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο ,
22.458 δμῳὰς δʹ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο ,
22.459 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς ,
22.460 εἴλεον ἐν στείνει , ὅθεν οὔ πως ἦεν ἀλύξαι .
22.461 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʹ ἀγορεύειν ·
22.462 μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
22.463 τάων , αἳ δὴ ἐμῇ κεφαλῇ κατʹ ὀνείδεα χεῦαν
22.464 μητέρι θʹ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον .
22.465 ὣς ἄρʹ ἔφη , καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
22.466 κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο ,
22.467 ὑψόσʹ ἐπεντανύσας , μή τις ποσὶν οὖδας ἵκοιτο .
22.468 ὡς δʹ ὅτʹ ἂν κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
22.469 ἕρκει ἐνιπλήξωσι , τό θʹ ἑστήκῃ ἐνὶ θάμνῳ ,
22.470 αὖλιν ἐσιέμεναι , στυγερὸς δʹ ὑπεδέξατο κοῖτος ,
22.471 ὣς αἵ γʹ ἑξείης κεφαλὰς ἔχον , ἀμφὶ δὲ πάσαις
22.472 δειρῇσι βρόχοι ἦσαν , ὅπως οἴκτιστα θάνοιεν .