19.262 γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
19.263 μηκέτι νῦν χρόα καλὸν ἐναίρεο , μηδέ τι θυμὸν
19.264 τῆκε , πόσιν γοόωσα . νεμεσσῶμαί γε μὲν οὐδέν ·
19.265 καὶ γάρ τίς τʹ ἀλλοῖον ὀδύρεται ἄνδρʹ ὀλέσασα
19.266 κουρίδιον , τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα ,
19.267 Ὀδυσῆʹ , ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι .
19.268 ἀλλὰ γόου μὲν παῦσαι , ἐμεῖο δὲ σύνθεο μῦθον ·
19.269 νημερτέως γάρ τοι μυθήσομαι οὐδʹ ἐπικεύσω
19.270 ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
19.271 ἀγχοῦ , Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ ,
19.272 ζωοῦ · αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
19.273 αἰτίζων ἀνὰ δῆμον . ἀτὰρ ἐρίηρας ἑταίρους
19.274 ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ ,
19.275 Θρινακίης ἄπο νήσου ἰών · ὀδύσαντο γὰρ αὐτῷ
19.276 Ζεύς τε καὶ Ἠέλιος · τοῦ γὰρ βόας ἔκταν ἑταῖροι .
19.277 οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ ·
19.278 τὸν δʹ ἄρʹ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʹ ἐπὶ χέρσου ,
19.279 Φαιήκων ἐς γαῖαν , οἳ ἀγχίθεοι γεγάασιν ,
19.280 οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
19.281 καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
19.282 οἴκαδʹ ἀπήμαντον . καί κεν πάλαι ἐνθάδʹ Ὀδυσσεὺς
19.283 ἤην · ἀλλʹ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ ,
19.284 χρήματʹ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι ·
19.285 ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
19.286 οἶδʹ Ὀδυσεύς , οὐδʹ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος .
19.287 ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων ·
19.288 ὤμνυε δὲ πρὸς ἔμʹ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ ,
19.289 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους ,
19.290 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν .