18.28 κόπτων ἀμφοτέρῃσι , χαμαὶ δέ κε πάντας ὀδόντας
18.29 γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης .
18.30 ζῶσαι νῦν , ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
18.31 μαρναμένους · πῶς δʹ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο ;
18.32 ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
18.33 οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο .
18.34 τοῖϊν δὲ ξυνέηχʹ ἱερὸν μένος Ἀντινόοιο ,
18.35 ἡδὺ δʹ ἄρʹ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν ·
18.36 φίλοι , οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη ,
18.37 οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα .
18.38 ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
18.39 χερσὶ μαχέσσασθαι · ἀλλὰ ξυνελάσσομεν ὦκα .
18.40 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἀνήϊξαν γελόωντες ,
18.41 ἀμφὶ δʹ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο .
18.42 τοῖσιν δʹ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός ·
18.43 κέκλυτέ μευ , μνηστῆρες ἀγήνορες , ὄφρα τι εἴπω .
18.44 γαστέρες αἵδʹ αἰγῶν κέατʹ ἐν πυρί , τὰς ἐπὶ δόρπῳ
18.45 κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες ·
18.46 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται ,
18.47 τάων ἥν κʹ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω ·
18.48 αἰεὶ αὖθʹ ἡμῖν μεταδαίσεται , οὐδέ τινʹ ἄλλον
18.49 πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα .
18.50 ὣς ἔφατʹ Ἀντίνοος , τοῖσιν δʹ ἐπιήνδανε μῦθος .
18.51 τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς ·
18.52 φίλοι , οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
18.53 ἄνδρα γέροντα , δύῃ ἀρημένον · ἀλλά με γαστὴρ
18.54 ὀτρύνει κακοεργός , ἵνα πληγῇσι δαμείω .
18.55 ἀλλʹ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον ,
18.56 μή τις ἐπʹ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
18.57 πλήξῃ ἀτασθάλλων , τούτῳ δέ με ἶφι δαμάσσῃ .