17.205 ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
17.206 τυκτὴν καλλίροον , ὅθεν ὑδρεύοντο πολῖται ,
17.207 τὴν ποίησʹ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ ·
17.208 ἀμφὶ δʹ ἄρʹ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος ,
17.209 πάντοσε κυκλοτερές , κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
17.210 ὑψόθεν ἐκ πέτρης · βωμὸς δʹ ἐφύπερθε τέτυκτο
17.211 νυμφάων , ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται ·
17.212 ἔνθα σφέας ἐκίχανʹ υἱὸς Δολίοιο Μελανθεὺς
17.213 αἶγας ἄγων , αἳ πᾶσι μετέπρεπον αἰπολίοισι ,
17.214 δεῖπνον μνηστήρεσσι · δύω δʹ ἅμʹ ἕποντο νομῆες .
17.215 τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ,
17.216 ἔκπαγλον καὶ ἀεικές · ὄρινε δὲ κῆρ Ὀδυσῆος ·
17.217 νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει ,
17.218 ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν .
17.219 πῇ δὴ τόνδε μολοβρὸν ἄγεις , ἀμέγαρτε συβῶτα ,
17.220 πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα ;
17.221 ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους ,
17.222 αἰτίζων ἀκόλους , οὐκ ἄορας οὐδὲ λέβητας ·
17.223 τόν κʹ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
17.224 σηκοκόρον τʹ ἔμεναι θαλλόν τʹ ἐρίφοισι φορῆναι ,
17.225 καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο .
17.226 ἀλλʹ ἐπεὶ οὖν δὴ ἔργα κάκʹ ἔμμαθεν , οὐκ ἐθελήσει
17.227 ἔργον ἐποίχεσθαι , ἀλλὰ πτώσσων κατὰ δῆμον
17.228 βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʹ ἄναλτον .
17.229 ἀλλʹ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
17.230 αἴ κʹ ἔλθῃ πρὸς δώματʹ Ὀδυσσῆος θείοιο ,
17.231 πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
17.232 πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο .
17.233 ὣς φάτο , καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
17.234 ἰσχίῳ · οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν ,
17.235 ἀλλʹ ἔμενʹ ἀσφαλέως · δὲ μερμήριξεν Ὀδυσσεὺς