17.58 δʹ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθʹ ἑλοῦσα ,
17.59 εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
17.60 ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ .
17.61 Τηλέμαχος δʹ ἄρʹ ἔπειτα διὲκ μεγάροιο βεβήκει
17.62 ἔγχος ἔχων · ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο .
17.63 θεσπεσίην δʹ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη ·
17.64 τὸν δʹ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο .
17.65 ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
17.66 ἔσθλʹ ἀγορεύοντες , κακὰ δὲ φρεσὶ βυσσοδόμευον .
17.67 αὐτὰρ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον ,
17.68 ἀλλʹ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʹ Ἁλιθέρσης ,
17.69 οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι ,
17.70 ἔνθα καθέζετʹ ἰών · τοὶ δʹ ἐξερέεινον ἕκαστα .
17.71 τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
17.72 ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν · οὐδʹ ἄρʹ ἔτι δὴν
17.73 Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʹ , ἀλλὰ παρέστη .
17.74 τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε ·
17.75 Τηλέμαχʹ , αἶψʹ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας ,
17.76 ὥς τοι δῶρʹ ἀποπέμψω , τοι Μενέλαος ἔδωκε .
17.77 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
17.78 Πείραιʹ , οὐ γάρ τʹ ἴδμεν ὅπως ἔσται τάδε ἔργα .
17.79 εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
17.80 λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται ,
17.81 αὐτὸν ἔχοντά σε βούλομʹ ἐπαυρέμεν , τινα τῶνδε ·
17.82 εἰ δέ κʹ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω ,
17.83 δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων .
17.84 ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον .
17.85 αὐτὰρ ἐπεί ῥʹ ἵκοντο δόμους εὖ ναιετάοντας ,
17.86 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε ,