16.1 τὼ δʹ αὖτʹ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
16.2 ἐντύνοντο ἄριστον ἅμʹ ἠοῖ , κηαμένω πῦρ ,
16.3 ἔκπεμψάν τε νομῆας ἅμʹ ἀγρομένοισι σύεσσι ·
16.4 Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι ,
16.5 οὐδʹ ὕλαον προσιόντα . νόησε δὲ δῖος Ὀδυσσεὺς
16.6 σαίνοντάς τε κύνας , περί τε κτύπος ἦλθε ποδοῖϊν .
16.7 αἶψα δʹ ἄρʹ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα ·
16.8 Εὔμαιʹ , μάλα τίς τοι ἐλεύσεται ἐνθάδʹ ἑταῖρος
16.9 καὶ γνώριμος ἄλλος , ἐπεὶ κύνες οὐχ ὑλάουσιν ,
16.10 ἀλλὰ περισσαίνουσι · ποδῶν δʹ ὑπὸ δοῦπον ἀκούω .
16.11 οὔ πω πᾶν εἴρητο ἔπος , ὅτε οἱ φίλος υἱὸς
16.12 ἔστη ἐνὶ προθύροισι . ταφὼν δʹ ἀνόρουσε συβώτης ,
16.13 ἐκ δʹ ἄρα οἱ χειρῶν πέσον ἄγγεα , τοῖς ἐπονεῖτο ,
16.14 κιρνὰς αἴθοπα οἶνον . δʹ ἀντίος ἦλθεν ἄνακτος ,
16.15 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
16.16 χεῖράς τʹ ἀμφοτέρας · θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ .
16.17 ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
16.18 ἐλθόντʹ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ ,
16.19 μοῦνον τηλύγετον , τῷ ἔπʹ ἄλγεα πολλὰ μογήσῃ ,
16.20 ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
16.21 πάντα κύσεν περιφύς , ὡς ἐκ θανάτοιο φυγόντα ·
16.22 καί ῥʹ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
16.23 ἦλθες , Τηλέμαχε , γλυκερὸν φάος . οὔ σʹ ἔτʹ ἐγώ γε
16.24 ὄψεσθαι ἐφάμην , ἐπεὶ ᾤχεο νηῒ Πύλονδε .
16.25 ἀλλʹ ἄγε νῦν εἴσελθε , φίλον τέκος , ὄφρα σε θυμῷ
16.26 τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα .
16.27 οὐ μὲν γάρ τι θάμʹ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας ,
16.28 ἀλλʹ ἐπιδημεύεις · ὣς γάρ νύ τοι εὔαδε θυμῷ ,