15.526 κίρκος , Ἀπόλλωνος ταχὺς ἄγγελος · ἐν δὲ πόδεσσι
15.527 τίλλε πέλειαν ἔχων , κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
15.528 μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο .
15.529 τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
15.530 ἔν τʹ ἄρα οἱ φῦ χειρὶ ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
15.531 Τηλέμαχʹ , οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
15.532 ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα .
15.533 ὑμετέρου δʹ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
15.534 ἐν δήμῳ Ἰθάκης , ἀλλʹ ὑμεῖς καρτεροὶ αἰεί .
15.535 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
15.536 αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τετελεσμένον εἴη ·
15.537 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
15.538 ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι .
15.539 καὶ Πείραιον προσεφώνεε , πιστὸν ἑταῖρον ·
15.540 Πείραιε Κλυτίδη , σὺ δέ μοι τά περ ἄλλα μάλιστα
15.541 πείθῃ ἐμῶν ἑτάρων , οἵ μοι Πύλον εἰς ἅμʹ ἕποντο ·
15.542 καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
15.543 ἐνδυκέως φιλέειν καὶ τιέμεν , εἰς κεν ἔλθω .
15.544 τὸν δʹ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα ·
15.545 Τηλέμαχʹ , εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι ,
15.546 τόνδε τʹ ἐγὼ κομιῶ , ξενίων δέ οἱ οὐ ποθὴ ἔσται .
15.547 ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη , ἐκέλευσε δʹ ἑταίρους
15.548 αὐτούς τʹ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι .
15.549 οἱ δʹ αἶψʹ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον .
15.550 Τηλέμαχος δʹ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ,
15.551 εἵλετο δʹ ἄλκιμον ἔγχος , ἀκαχμένον ὀξέϊ χαλκῷ ,
15.552 νηὸς ἀπʹ ἰκριόφιν · τοὶ δὲ πρυμνήσιʹ ἔλυσαν .