15.354 θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν ·
15.355 ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
15.356 κουριδίης τʹ ἀλόχοιο δαΐφρονος , μάλιστα
15.357 ἤκαχʹ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν .
15.358 δʹ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο ,
15.359 λευγαλέῳ θανάτῳ , ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
15.360 ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι .
15.361 ὄφρα μὲν οὖν δὴ κείνη ἔην , ἀχέουσά περ ἔμπης ,
15.362 τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι ,
15.363 οὕνεκά μʹ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ ,
15.364 θυγατέρʹ ἰφθίμῃ , τὴν ὁπλοτάτην τέκε παίδων ·
15.365 τῇ ὁμοῦ ἐτρεφόμην , ὀλίγον δέ τί μʹ ἧσσον ἐτίμα .
15.366 αὐτὰρ ἐπεί ῥʹ ἥβην πολυήρατον ἱκόμεθʹ ἄμφω ,
15.367 τὴν μὲν ἔπειτα Σάμηνδʹ ἔδοσαν καὶ μυρίʹ ἕλοντο ,
15.368 αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʹ ἐκείνη
15.369 καλὰ μάλʹ ἀμφιέσασα , ποσὶν δʹ ὑποδήματα δοῦσα
15.370 ἀγρόνδε προΐαλλε · φίλει δέ με κηρόθι μᾶλλον .
15.371 νῦν δʹ ἤδη τούτων ἐπιδεύομαι · ἀλλά μοι αὐτῷ
15.372 ἔργον ἀέξουσιν μάκαρες θεοὶ ἐπιμίμνω ·
15.373 τῶν ἔφαγόν τʹ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα .
15.374 ἐκ δʹ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
15.375 οὔτʹ ἔπος οὔτε τι ἔργον , ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ ,
15.376 ἄνδρες ὑπερφίαλοι · μέγα δὲ δμῶες χατέουσιν
15.377 ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
15.378 καὶ φαγέμεν πιέμεν τε , ἔπειτα δὲ καί τι φέρεσθαι
15.379 ἀγρόνδʹ , οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει .
15.380 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
15.381 πόποι , ὡς ἄρα τυτθὸς ἐών , Εὔμαιε συβῶτα ,
15.382 πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων .