15.297 δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
15.298 ἠδὲ παρʹ Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί .
15.299 ἔνθεν δʹ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν ,
15.300 ὁρμαίνων κεν θάνατον φύγοι κεν ἁλώῃ .
15.301 τὼ δʹ αὖτʹ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
15.302 δορπείτην · παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι .
15.303 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
15.304 τοῖς δʹ Ὀδυσεὺς μετέειπε , συβώτεω πειρητίζων ,
15.305 μιν ἔτʹ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
15.306 αὐτοῦ ἐνὶ σταθμῷ , ὀτρύνειε πόλινδε ·
15.307 κέκλυθι νῦν , Εὔμαιε , καὶ ἄλλοι πάντες ἑταῖροι ·
15.308 ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
15.309 πτωχεύσων , ἵνα μή σε κατατρύχω καὶ ἑταίρους .
15.310 ἀλλά μοι εὖ θʹ ὑπόθευ καὶ ἅμʹ ἡγεμόνʹ ἐσθλὸν ὄπασσον
15.311 ὅς κέ με κεῖσʹ ἀγάγῃ · κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
15.312 πλάγξομαι , αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ .
15.313 καί κʹ ἐλθὼν πρὸς δώματʹ Ὀδυσσῆος θείοιο
15.314 ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ ,
15.315 καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην ,
15.316 εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʹ ἔχοντες .
15.317 αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʹ ἐθέλοιεν .
15.318 ἐκ γάρ τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·
15.319 Ἑρμείαο ἕκητι διακτόρου , ὅς ῥά τε πάντων
15.320 ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει ,
15.321 δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος ,
15.322 πῦρ τʹ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι ,
15.323 δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι ,
15.324 οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες .
15.325 τὸν δὲ μέγʹ ὀχθήσας προσέφης , Εὔμαιε συβῶτα ·