10.266 μή μʹ ἄγε κεῖσʹ ἀέκοντα , διοτρεφές , ἀλλὰ λίπʹ αὐτοῦ .
10.267 οἶδα γάρ , ὡς οὔτʹ αὐτὸς ἐλεύσεαι οὔτε τινʹ ἄλλον
10.268 ἄξεις σῶν ἑτάρων . ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
10.269 φεύγωμεν · ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ .
10.270 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
10.271 Εὐρύλοχʹ , τοι μὲν σὺ μένʹ αὐτοῦ τῷδʹ ἐνὶ χώρῳ
10.272 ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ ·
10.273 αὐτὰρ ἐγὼν εἶμι , κρατερὴ δέ μοι ἔπλετʹ ἀνάγκη .
10.274 ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης .
10.275 ἀλλʹ ὅτε δὴ ἄρʹ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
10.276 Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα ,
10.277 ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
10.278 ἐρχομένῳ πρὸς δῶμα , νεηνίῃ ἀνδρὶ ἐοικώς ,
10.279 πρῶτον ὑπηνήτῃ , τοῦ περ χαριεστάτη ἥβη ·
10.280 ἔν τʹ ἄρα μοι φῦ χειρί , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
10.281 πῇ δὴ αὖτʹ , δύστηνε , διʹ ἄκριας ἔρχεαι οἶος ,
10.282 χώρου ἄιδρις ἐών ; ἕταροι δέ τοι οἵδʹ ἐνὶ Κίρκης
10.283 ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες .
10.284 τοὺς λυσόμενος δεῦρʹ ἔρχεαι ; οὐδέ σέ φημι
10.285 αὐτὸν νοστήσειν , μενέεις δὲ σύ γʹ , ἔνθα περ ἄλλοι .
10.286 ἀλλʹ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω .
10.287 τῆ , τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
10.288 ἔρχευ , κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ .
10.289 πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης .
10.290 τεύξει τοι κυκεῶ , βαλέει δʹ ἐν φάρμακα σίτῳ .
10.291 ἀλλʹ οὐδʹ ὣς θέλξαι σε δυνήσεται · οὐ γὰρ ἐάσει