9.532 ἀλλʹ εἴ οἱ μοῖρʹ ἐστὶ φίλους τʹ ἰδέειν καὶ ἱκέσθαι
9.533 οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν ,
9.534 ὀψὲ κακῶς ἔλθοι , ὀλέσας ἄπο πάντας ἑταίρους ,
9.535 νηὸς ἐπʹ ἀλλοτρίης , εὕροι δʹ ἐν πήματα οἴκῳ .
9.536 ὣς ἔφατʹ εὐχόμενος , τοῦ δʹ ἔκλυε κυανοχαίτης .
9.537 αὐτὰρ γʹ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
9.538 ἧκʹ ἐπιδινήσας , ἐπέρεισε δὲ ἶνʹ ἀπέλεθρον ,
9.539 κὰδʹ δʹ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
9.540 τυτθόν , ἐδεύησεν δʹ οἰήιον ἄκρον ἱκέσθαι .
9.541 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
9.542 τὴν δὲ πρόσω φέρε κῦμα , θέμωσε δὲ χέρσον ἱκέσθαι .
9.543 ἀλλʹ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʹ , ἔνθα περ ἄλλαι
9.544 νῆες ἐύσσελμοι μένον ἁθρόαι , ἀμφὶ δʹ ἑταῖροι
9.545 ἥατʹ ὀδυρόμενοι , ἡμέας ποτιδέγμενοι αἰεί ,
9.546 νῆα μὲν ἔνθʹ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν ,
9.547 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
9.548 μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
9.549 δασσάμεθʹ , ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης .
9.550 ἀρνειὸν δʹ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
9.551 μήλων δαιομένων δόσαν ἔξοχα · τὸν δʹ ἐπὶ θινὶ
9.552 Ζηνὶ κελαινεφέι Κρονίδῃ , ὃς πᾶσιν ἀνάσσει ,
9.553 ῥέξας μηρίʹ ἔκαιον · δʹ οὐκ ἐμπάζετο ἱρῶν ,
9.554 ἀλλʹ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
9.555 νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι .
9.556 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
9.557 ἥμεθα δαινύμενοι κρέα τʹ ἄσπετα καὶ μέθυ ἡδύ ·
9.558 ἦμος δʹ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε ,
9.559 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
9.560 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
9.561 δὴ τότʹ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα