8.150 σοὶ δʹ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται , ἀλλά τοι ἤδη
8.151 νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι .
8.152 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
8.153 Λαοδάμα , τί με ταῦτα κελεύετε κερτομέοντες ;
8.154 κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν περ ἄεθλοι ,
8.155 ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα ,
8.156 νῦν δὲ μεθʹ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
8.157 ἧμαι , λισσόμενος βασιλῆά τε πάντα τε δῆμον .
8.158 τὸν δʹ αὖτʹ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʹ ἄντην ·
8.159 οὐ γάρ σʹ οὐδέ , ξεῖνε , δαήμονι φωτὶ ἐίσκω
8.160 ἄθλων , οἷά τε πολλὰ μετʹ ἀνθρώποισι πέλονται ,
8.161 ἀλλὰ τῷ , ὅς θʹ ἅμα νηὶ πολυκλήιδι θαμίζων ,
8.162 ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν ,
8.163 φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
8.164 κερδέων θʹ ἁρπαλέων · οὐδʹ ἀθλητῆρι ἔοικας .
8.165 τὸν δʹ ἄρʹ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
8.166 ξεῖνʹ , οὐ καλὸν ἔειπες · ἀτασθάλῳ ἀνδρὶ ἔοικας .
8.167 οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
8.168 ἀνδράσιν , οὔτε φυὴν οὔτʹ ἂρ φρένας οὔτʹ ἀγορητύν .
8.169 ἄλλος μὲν γάρ τʹ εἶδος ἀκιδνότερος πέλει ἀνήρ ,
8.170 ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει , οἱ δέ τʹ ἐς αὐτὸν
8.171 τερπόμενοι λεύσσουσιν · δʹ ἀσφαλέως ἀγορεύει
8.172 αἰδοῖ μειλιχίῃ , μετὰ δὲ πρέπει ἀγρομένοισιν ,
8.173 ἐρχόμενον δʹ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν .
8.174 ἄλλος δʹ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν ,
8.175 ἀλλʹ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν ,
8.176 ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές , οὐδέ κεν ἄλλως
8.177 οὐδὲ θεὸς τεύξειε , νόον δʹ ἀποφώλιός ἐσσι .
8.178 ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν