7.329 ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς ,
7.330 εὐχόμενος δʹ ἄρα εἶπεν , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
7.331 Ζεῦ πάτερ , αἴθʹ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
7.332 Ἀλκίνοος · τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
7.333 ἄσβεστον κλέος εἴη , ἐγὼ δέ κε πατρίδʹ ἱκοίμην .
7.334 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
7.335 κέκλετο δʹ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
7.336 δέμνιʹ ὑπʹ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
7.337 πορφύρεʹ ἐμβαλέειν , στορέσαι τʹ ἐφύπερθε τάπητας
7.338 χλαίνας τʹ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι .
7.339 αἱ δʹ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι ·
7.340 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι ,
7.341 ὤτρυνον δʹ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν ·
7.342 ὄρσο κέων , ξεῖνε · πεποίηται δέ τοι εὐνή .
7.343 ὣς φάν , τῷ δʹ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι .
7.344 ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
7.345 τρητοῖς ἐν λεχέεσσιν ὑπʹ αἰθούσῃ ἐριδούπῳ ·
7.346 Ἀλκίνοος δʹ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο ,
7.347 πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν .