7.123 τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
7.124 τέρσεται ἠελίῳ , ἑτέρας δʹ ἄρα τε τρυγόωσιν ,
7.125 ἄλλας δὲ τραπέουσι · πάροιθε δέ τʹ ὄμφακές εἰσιν
7.126 ἄνθος ἀφιεῖσαι , ἕτεραι δʹ ὑποπερκάζουσιν .
7.127 ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
7.128 παντοῖαι πεφύασιν , ἐπηετανὸν γανόωσαι ·
7.129 ἐν δὲ δύω κρῆναι μέν τʹ ἀνὰ κῆπον ἅπαντα
7.130 σκίδναται , δʹ ἑτέρωθεν ὑπʹ αὐλῆς οὐδὸν ἵησι
7.131 πρὸς δόμον ὑψηλόν , ὅθεν ὑδρεύοντο πολῖται .
7.132 τοῖʹ ἄρʹ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα .
7.133 ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς .
7.134 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ ,
7.135 καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω .
7.136 εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
7.137 σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ ,
7.138 πυμάτῳ σπένδεσκον , ὅτε μνησαίατο κοίτου .
7.139 αὐτὰρ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
7.140 πολλὴν ἠέρʹ ἔχων , ἥν οἱ περίχευεν Ἀθήνη ,
7.141 ὄφρʹ ἵκετʹ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα .
7.142 ἀμφὶ δʹ ἄρʹ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς ,
7.143 καὶ τότε δή ῥʹ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ .
7.144 οἱ δʹ ἄνεῳ ἐγένοντο , δόμον κάτα φῶτα ἰδόντες ·
7.145 θαύμαζον δʹ ὁρόωντες . δὲ λιτάνευεν Ὀδυσσεύς ·
7.146 Ἀρήτη , θύγατερ Ῥηξήνορος ἀντιθέοιο ,
7.147 σόν τε πόσιν σά τε γούναθʹ ἱκάνω πολλὰ μογήσας
7.148 τούσδε τε δαιτυμόνας · τοῖσιν θεοὶ ὄλβια δοῖεν
7.149 ζωέμεναι , καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
7.150 κτήματʹ ἐνὶ μεγάροισι γέρας θʹ τι δῆμος ἔδωκεν ·
7.151 αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʹ ἱκέσθαι
7.152 θᾶσσον , ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω .
7.153 ὣς εἰπὼν κατʹ ἄρʹ ἕζετʹ ἐπʹ ἐσχάρῃ ἐν κονίῃσιν