5.261 μοχλοῖσιν δʹ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν .
5.262 τέτρατον ἦμαρ ἔην , καὶ τῷ τετέλεστο ἅπαντα ·
5.263 τῷ δʹ ἄρα πέμπτῳ πέμπʹ ἀπὸ νήσου δῖα Καλυψώ ,
5.264 εἵματά τʹ ἀμφιέσασα θυώδεα καὶ λούσασα .
5.265 ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
5.266 τὸν ἕτερον , ἕτερον δʹ ὕδατος μέγαν , ἐν δὲ καὶ ᾖα
5.267 κωρύκῳ · ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά ·
5.268 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε .
5.269 γηθόσυνος δʹ οὔρῳ πέτασʹ ἱστία δῖος Ὀδυσσεύς .
5.270 αὐτὰρ πηδαλίῳ ἰθύνετο τεχνηέντως
5.271 ἥμενος , οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
5.272 Πληιάδας τʹ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
5.273 Ἄρκτον θʹ , ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν ,
5.274 τʹ αὐτοῦ στρέφεται καί τʹ Ὠρίωνα δοκεύει ,
5.275 οἴη δʹ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο ·
5.276 τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ , δῖα θεάων ,
5.277 ποντοπορευέμεναι ἐπʹ ἀριστερὰ χειρὸς ἔχοντα .
5.278 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων ,
5.279 ὀκτωκαιδεκάτῃ δʹ ἐφάνη ὄρεα σκιόεντα
5.280 γαίης Φαιήκων , ὅθι τʹ ἄγχιστον πέλεν αὐτῷ ·
5.281 εἴσατο δʹ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ .
5.282 τὸν δʹ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
5.283 τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν · εἴσατο γάρ οἱ
5.284 πόντον ἐπιπλώων . δʹ ἐχώσατο κηρόθι μᾶλλον ,
5.285 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
5.286 πόποι , μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
5.287 ἀμφʹ Ὀδυσῆι ἐμεῖο μετʹ Αἰθιόπεσσιν ἐόντος ,
5.288 καὶ δὴ Φαιήκων γαίης σχεδόν , ἔνθα οἱ αἶσα
5.289 ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος , μιν ἱκάνει .