4.267 ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
4.268 ἀνδρῶν ἡρώων , πολλὴν δʹ ἐπελήλυθα γαῖαν ·
4.269 ἀλλʹ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν ,
4.270 οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ .
4.271 οἷον καὶ τόδʹ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
4.272 ἵππῳ ἔνι ξεστῷ , ἵνʹ ἐνήμεθα πάντες ἄριστοι
4.273 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες .
4.274 ἦλθες ἔπειτα σὺ κεῖσε · κελευσέμεναι δέ σʹ ἔμελλε
4.275 δαίμων , ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι ·
4.276 καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʹ ἰούσῃ .
4.277 τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα ,
4.278 ἐκ δʹ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους ,
4.279 πάντων Ἀργείων φωνὴν ἴσκουσʹ ἀλόχοισιν .
4.280 αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
4.281 ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας .
4.282 νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
4.283 ἐξελθέμεναι , ἔνδοθεν αἶψʹ ὑπακοῦσαι ·
4.284 ἀλλʹ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ .
4.285 ἔνθʹ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν ,
4.286 Ἄντικλος δὲ σέ γʹ οἶος ἀμείψασθαι ἐπέεσσιν
4.287 ἤθελεν . ἀλλʹ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
4.288 νωλεμέως κρατερῇσι , σάωσε δὲ πάντας Ἀχαιούς ·
4.289 τόφρα δʹ ἔχʹ , ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη .
4.290 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
4.291 Ἀτρεΐδη Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν ,
4.292 ἄλγιον · οὐ γάρ οἵ τι τάδʹ ἤρκεσε λυγρὸν ὄλεθρον ,
4.293 οὐδʹ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν .
4.294 ἀλλʹ ἄγετʹ εἰς εὐνὴν τράπεθʹ ἡμέας , ὄφρα καὶ ἤδη
4.295 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες .
4.296 ὣς ἔφατʹ , Ἀργείη δʹ Ἑλένη δμῳῇσι κέλευσεν
4.297 δέμνιʹ ὑπʹ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
4.298 πορφύρεʹ ἐμβαλέειν στορέσαι τʹ ἐφύπερθε τάπητας ,