2.399 αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
2.400 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων ,
2.401 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν ·
2.402 Τηλέμαχʹ , ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
2.403 ἥατʹ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν ·
2.404 ἀλλʹ ἴομεν , μὴ δηθὰ διατρίβωμεν ὁδοῖο .
2.405 ὣς ἄρα φωνήσασʹ ἡγήσατο Παλλὰς Ἀθήνη
2.406 καρπαλίμως · δʹ ἔπειτα μετʹ ἴχνια βαῖνε θεοῖο .
2.407 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν ,
2.408 εὗρον ἔπειτʹ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους .
2.409 τοῖσι δὲ καὶ μετέειφʹ ἱερὴ ἲς Τηλεμάχοιο ·
2.410 δεῦτε , φίλοι , ἤια φερώμεθα · πάντα γὰρ ἤδη
2.411 ἁθρόʹ ἐνὶ μεγάρῳ . μήτηρ δʹ ἐμὴ οὔ τι πέπυσται ,
2.412 οὐδʹ ἄλλαι δμωαί , μία δʹ οἴη μῦθον ἄκουσεν .
2.413 ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δʹ ἅμʹ ἕποντο .
2.414 οἱ δʹ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
2.415 κάτθεσαν , ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός .
2.416 ἂν δʹ ἄρα Τηλέμαχος νηὸς βαῖνʹ , ἦρχε δʹ Ἀθήνη ,
2.417 νηὶ δʹ ἐνὶ πρυμνῇ κατʹ ἄρʹ ἕζετο · ἄγχι δʹ ἄρʹ αὐτῆς
2.418 ἕζετο Τηλέμαχος . τοὶ δὲ πρυμνήσιʹ ἔλυσαν ,
2.419 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον .
2.420 τοῖσιν δʹ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη ,
2.421 ἀκραῆ Ζέφυρον , κελάδοντʹ ἐπὶ οἴνοπα πόντον .
2.422 Τηλέμαχος δʹ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
2.423 ὅπλων ἅπτεσθαι · τοὶ δʹ ὀτρύνοντος ἄκουσαν .
2.424 ἱστὸν δʹ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
2.425 στῆσαν ἀείραντες , κατὰ δὲ προτόνοισιν ἔδησαν ,
2.426 ἕλκον δʹ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν .
2.427 ἔπρησεν δʹ ἄνεμος μέσον ἱστίον , ἀμφὶ δὲ κῦμα
2.428 στείρῃ πορφύρεον μεγάλʹ ἴαχε νηὸς ἰούσης ·