5.29 καὶ εὐθὺς ἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς , καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος .
5.30 καὶ εὐθὺς Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων ;
5.31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε , καὶ λέγεις Τίς μου ἥψατο ;
5.32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν .
5.33 δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα , εἰδυῖα γέγονεν αὐτῇ , ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν .
5.34 δὲ εἶπεν αὐτῇ Θυγάτηρ , πίστις σου σέσωκέν σε · ὕπαγε εἰς εἰρήνην , καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου .
5.35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανεν · τί ἔτι σκύλλεις τὸν διδάσκαλον ;
5.36 δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ , μόνον πίστευε .
5.37 καὶ οὐκ ἀφῆκεν οὐδένα μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάνην τὸν ἀδελφὸν Ἰακώβου .
5.38 καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου , καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά ,
5.39 καὶ εἰσελθὼν λέγει αὐτοῖς Τί θορυβεῖσθε καὶ κλαίετε ; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει .
5.40 καὶ κατεγέλων αὐτοῦ . αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ , καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ·
5.41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλειθά κούμ , ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον , σοὶ λέγω ,