24.436 συλεύειν , μή μοί τι κακὸν μετόπισθε γένηται .
24.437 σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην ,
24.438 ἐνδυκέως ἐν νηῒ θοῇ πεζὸς ὁμαρτέων ·
24.439 οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο .
24.440 καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
24.441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν ,
24.442 ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ .
24.443 ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο ,
24.444 οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο ,
24.445 τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
24.446 πᾶσιν , ἄφαρ δ’ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας ,
24.447 ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἐπ’ ἀπήνης .
24.448 ἀλλ’ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
24.449 ὑψηλήν , τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
24.450 δοῦρ’ ἐλάτης κέρσαντες · ἀτὰρ καθύπερθεν ἔρεψαν
24.451 λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες ·
24.452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
24.453 σταυροῖσιν πυκινοῖσι · θύρην δ’ ἔχε μοῦνος ἐπιβλὴς
24.454 εἰλάτινος , τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί ,
24.455 τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
24.456 τῶν ἄλλων · Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσσεσκε καὶ οἶος ·
24.457 δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι ,
24.458 ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι ,
24.459 ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε ·
24.460 γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
24.461 Ἑρμείας · σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν .
24.462 ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι , οὐδ’ Ἀχιλῆος
24.463 ὀφθαλμοὺς εἴσειμι · νεμεσσητὸν δέ κεν εἴη
24.464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην ·
24.465 τύνη δ’ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος ,
24.466 καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο