24.380 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
24.381 ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
24.382 ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ ,
24.383 ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
24.384 δειδιότες · τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
24.385 σὸς πάϊς · οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν .
24.386 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής ·
24.387 τίς δὲ σύ ἐσσι φέριστε τέων δ’ ἔξεσσι τοκήων ;
24.388 ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες .
24.389 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
24.390 πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον .
24.391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
24.392 ὀφθαλμοῖσιν ὄπωπα , καὶ εὖτ’ ἐπὶ νηυσὶν ἐλάσσας
24.393 Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ ·
24.394 ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν · οὐ γὰρ Ἀχιλλεὺς
24.395 εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι .
24.396 τοῦ γὰρ ἐγὼ θεράπων , μία δ’ ἤγαγε νηῦς εὐεργής ·
24.397 Μυρμιδόνων δ’ ἔξειμι , πατὴρ δέ μοί ἐστι Πολύκτωρ .
24.398 ἀφνειὸς μὲν γ’ ἐστί , γέρων δὲ δὴ ὡς σύ περ ὧδε ,
24.399 ἓξ δέ οἱ υἷες ἔασιν , ἐγὼ δέ οἱ ἕβδομός εἰμι ·
24.400 τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι .
24.401 νῦν δ’ ἦλθον πεδίον δ’ ἀπὸ νηῶν · ἠῶθεν γὰρ
24.402 θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί .
24.403 ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι , οὐδὲ δύνανται
24.404 ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν .
24.405 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής ·
24.406 εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
24.407 εἴς , ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον ,
24.408 ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς , ἦέ μιν ἤδη